Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 11.15 | Dem. 11.20 (English) | >>Dem. 11.23 |
11.18καὶ τῷ μὲν ὑπάρχουσι μισθοφόροι στρατιῶται , καὶ νὴ Δία πρὸς τούτοις τῶν παρʼ ἡμῖν ῥητόρων τινές , οἳ τὰς παρʼ ἐκείνου δωρεὰς οἴκαδε λαμβάνειν νομίζοντες οὐκ αἰσχύνονται Φιλίππῳ ζῶντες , οὐδʼ αἰσθάνονται πάντα καὶ τὰ τῆς πόλεως καὶ τὰ σφῶν αὐτῶν μικροῦ λήμματος πωλοῦντες . ἡμεῖς δʼ οὔτε τῶν ἐκείνου πραγμάτων οὐδὲν στασιάζειν παρασκευάζομεν , οὔτε ξενοτροφεῖν ἐθέλομεν , οὔτε στρατεύεσθαι τολμῶμεν .
11.19οὔκουν ἐστὶν οὐδὲν δεινόν , εἴ τι πεπλεονέκτηκεν ἡμῶν κατὰ τὸν πρότερον πόλεμον , ἀλλὰ μᾶλλον εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν προσήκει τοὺς πολεμοῦντας , νομίζομεν κρατήσειν τοῦ πάντα πράττοντος · ἃ δεῖ τοὺς πλεονεκτήσειν μέλλοντας .
ὧν , ὦ ἄνδρες Ἀθηναῖοι , χρὴ λαβόντας ἔννοιαν , καὶ λογισαμένους ὡς οὐδʼ ἐφʼ ἡμῖν ἐστι τὸ φάσκειν ἄγειν εἰρήνην (ἤδη γὰρ ἐκεῖνος καὶ προηγόρευκε τὸν πόλεμον καὶ τοῖς ἔργοις ἐξενήνοχε ) μηδενὸς μὲν φείδεσθαι μήτε τῶν δημοσίων μήτε τῶν ἰδίων , στρατεύεσθαι δέ , ἄν που καιρὸς ᾖ , προθύμως ἅπαντας , χρῆσθαι δὲ στρατηγοῖς ἀμείνοσιν ἢ πρότερον .
11.21μὴ γὰρ ὑπολάβῃ τις ὑμῶν , διʼ ὧν ἐγένετο τὰ πράγματα χείρω τὰ τῆς πόλεως , διὰ τούτων αὐτὰ πάλιν ἀναλήψεσθαι καὶ γενήσεσθαι βελτίω · μηδὲ νομίσητε ῥᾳθυμούντων ὑμῶν , ὥσπερ πρότερον , ἑτέρους ὑπὲρ τῶν ὑμετέρων ἀγωνιεῖσθαι προθύμως · ἀλλʼ ἐννοεῖσθʼ ὡς αἰσχρόν ἐστι τοὺς μὲν πατέρας ὑμῶν πολλοὺς πόνους καὶ μεγάλους κινδύνους ὑποστῆναι Λακεδαιμονίοις πολεμοῦντας ,
11.20
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 11.15 | Dem. 11.20 (English) | >>Dem. 11.23 |